Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.132 Joseph. AJ 9.137 (English) >>Joseph. AJ 9.141

9.135ἀθροίσας γὰρ τὸν λαὸν ἔφη βούλεσθαι διπλασίονας ὧν Ἄχαβος εἰσηγήσατο θεῶν προσκυνεῖν καὶ τοὺς ἐκείνων ἱερεῖς καὶ προφήτας ἠξίου καὶ δούλους αὐτῶν παρεῖναι· θυσίας γὰρ πολυτελεῖς καὶ μεγάλας ἐπιτελεῖν μέλλειν τοῖς Ἀχάβου θεοῖς· τὸν δʼ ἀπολειφθέντα τῶν ἱερέων θανάτῳ ζημιώσειν. δὲ θεὸς Ἀχάβου Βαὰλ ἐκαλεῖτο. 9.136τάξας δὲ ἡμέραν, καθʼ ἣν ἔμελλε ποιήσειν τὰς θυσίας διέπεμπεν ἀνὰ πᾶσαν τὴν Ἰσραηλιτῶν χώραν τοὺς ἄξοντας πρὸς αὐτὸν τοὺς ἱερεῖς τοῦ Βαάλ. ἐκέλευσε δʼ Ἰηοῦς τῷ ἱερεῖ δοῦναι πᾶσιν ἐνδύματα· λαβόντων δὲ παρελθὼν εἰς τὸν οἶκον μετὰ τοῦ φίλου Ἰωναδάβου μή τις ἐν αὐτοῖς ἀλλόφυλος εἴη καὶ ξένος ἐρευνῆσαι προσέταξεν· οὐ βούλεσθαι γὰρ τοῖς ἱεροῖς αὐτῶν ἀλλότριον παρατυγχάνειν. 9.137τῶν δὲ εἰπόντων μὲν οὐδένα παρεῖναι ξένον καταρξαμένων δὲ τῶν θυσιῶν περιέστησεν ὀγδοήκοντα τὸν ἀριθμὸν ἄνδρας, οὓς ᾔδει πιστοτάτους τῶν ὁπλιτῶν, κελεύσας αὐτοῖς ἀποκτεῖναι τοὺς ψευδοπροφήτας καὶ νῦν τοῖς πατρίοις ἔθεσι τιμωρεῖν πολὺν ἤδη χρόνον ὠλιγωρημένοις, ὑπὲρ τῶν διαφυγόντων τὰς ἐκείνων ἀφαιρεθήσεσθαι ψυχὰς ἀπειλήσας. 9.138οἱ δὲ τούς τε ἄνδρας ἅπαντας κατέσφαξαν καὶ τὸν οἶκον τοῦ Βαὰλ ἐμπρήσαντες ἐκάθηραν οὕτως ἀπὸ τῶν ξενικῶν ἐθισμῶν τὴν Σαμάρειαν. οὗτος Βαὰλ Τυρίων ἦν θεός. Ἄχαβος δὲ τῷ πενθερῷ βουλόμενος χαρίσασθαι Εἰθωβάλῳ Τυρίων ὄντι βασιλεῖ καὶ Σιδωνίων ναόν τε αὐτῷ κατεσκεύασεν ἐν Σαμαρείᾳ καὶ προφήτας ἀπέδειξε καὶ πάσης θρησκείας ἠξίου.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.132 Joseph. AJ 9.137 (English) >>Joseph. AJ 9.141

Powered by PhiloLogic